Jeremiah 8

1ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει κύριος, ἐξοίσουσιν τὰ ὀστᾶ τῶν βασιλέων Ιουδα καὶ τὰ ὀστᾶ τῶν ἀρχόντων αὐτοῦ καὶ τὰ ὀστᾶ τῶν ἱερέων καὶ τὰ ὀστᾶ τῶν προφητῶν καὶ τὰ ὀστᾶ τῶν κατοικούντων Ιερουσαλημ ἐκ τῶν τάφων αὐτῶν 2καὶ ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πρὸς πάντας τοὺς ἀστέρας καὶ πρὸς πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, ἠγάπησαν καὶ οἷς ἐδούλευσαν καὶ ὧν ἐπορεύθησαν ὀπίσω αὐτῶν καὶ ὧν ἀντείχοντο καὶ οἷς προσεκύνησαν αὐτοῖς· οὐ κοπήσονται καὶ ου ταφησονται και ἔσονται εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς, 3ὅτι εἵλοντο τὸν θάνατον τὴν ζωήν, καὶ πᾶσιν τοῖς καταλοίποις τοῖς καταλειφθεῖσιν ἀπὸ τῆς γενεᾶς ἐκείνης ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐξώσω αὐτοὺς ἐκεῖ. 4Ὅτι τάδε λέγει κύριος Μὴ πίπτων οὐκ ἀνίσταται; ἀποστρέφων οὐκ ἐπιστρέφει; 5διὰ τί ἀπέστρεψεν λαός μου οὗτος ἀποστροφὴν ἀναιδῆ καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι; 6ἐνωτίσασθε δὴ καὶ ἀκούσατε· οὐχ οὕτως λαλήσουσιν, οὐκ ἔστιν ἄνθρωπος μετανοῶν ἀπὸ τῆς κακίας αὐτοῦ λέγων Τί ἐποίησα; διέλιπεν τρέχων ἀπὸ τοῦ δρόμου αὐτοῦ ὡς ἵππος κάθιδρος ἐν χρεμετισμῷ αὐτοῦ. 7καὶ ασιδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς, τρυγὼν καὶ χελιδών, ἀγροῦ στρουθία ἐφύλαξαν καιροὺς εἰσόδων αὐτῶν, δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα κυρίου. 8πῶς ἐρεῖτε ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος κυρίου ἐστὶν μεθ' ἡμῶν; εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν. 9ᾐσχύνθησαν σοφοὶ καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν· σοφία τίς ἐστιν ἐν αὐτοῖς; 10διὰ τοῦτο δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις, 11 13καὶ συνάξουσιν τὰ γενήματα αὐτῶν, λέγει κύριος, οὐκ ἔστιν σταφυλὴ ἐν ταῖς ἀμπέλοις, καὶ οὐκ ἔστιν σῦκα ἐν ταῖς συκαῖς, καὶ τὰ φύλλα κατερρύηκεν. 14ἐπὶ τί ἡμεῖς καθήμεθα; συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἀπορριφῶμεν, ὅτι θεὸς ἀπέρριψεν ἡμᾶς καὶ ἐπότισεν ἡμᾶς ὕδωρ χολῆς, ὅτι ἡμάρτομεν ἐναντίον αὐτοῦ. 15συνήχθημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά· εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ σπουδή. 16ἐκ Δαν ἀκουσόμεθα φωνὴν ὀξύτητος ἵππων αὐτοῦ, ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσθη πᾶσα γῆ· καὶ ἥξει καὶ καταφάγεται τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ. 17διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄφεις θανατοῦντας, οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται ὑμᾶς. 18ἀνίατα μετ' ὀδύνης καρδίας ὑμῶν ἀπορουμένης. 19ἰδοὺ φωνὴ κραυγῆς θυγατρὸς λαοῦ μου ἀπὸ γῆς μακρόθεν Μὴ κύριος οὐκ ἔστιν ἐν Σιων; βασιλεὺς οὐκ ἔστιν ἐκεῖ; διὰ τί παρώργισάν με ἐν τοῖς γλυπτοῖς αὐτῶν καὶ ἐν ματαίοις ἀλλοτρίοις; 20διῆλθεν θέρος, παρῆλθεν ἄμητος, καὶ ἡμεῖς οὐ διεσώθημεν. 21ἐπὶ συντρίμματι θυγατρὸς λαοῦ μου ἐσκοτώθην· ἀπορίᾳ κατίσχυσάν με ὠδῖνες ὡς τικτούσης. 22μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλααδ, ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου;
Copyright information for LXX